Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 39.22 Dem. 39.26 (English) >>Dem. 39.29

39.24καίτοι τίς ἂν ὑμῶν οἴεται τὴν μητέρα πέμψαι τοῦτον εἰς ταύτην τὴν φυλήν, δεινὰ μέν, ὥς φησιν, ὑπὸ τοῦ πατρὸς πεπονθυῖαν, δεκάτην δʼ εἰδυῖαν πεποιηκότʼ ἐκεῖνον καὶ πάλιν ἔξαρνον ὄντα; ἐγὼ μὲν οὐδένʼ ἂν οἶμαι. εἰς γὰρ τὴν Ἀκαμαντίδʼ ὁμοίως ἐξῆν σοι φοιτᾶν, καὶ ἐφαίνετʼ ἂν οὖσʼ ἀκόλουθος φυλὴ τῇ θέσει τοὐνόματος. ὡς τοίνυν ταῦτʼ ἀληθῆ λέγω, τούτων μάρτυρας ὑμῖν τοὺς συμφοιτῶντας καὶ τοὺς εἰδότας παρέξομαι.Μάρτυρες

39.25οὕτω τοίνυν φανερῶς παρὰ τὸν τῆς αὑτοῦ μητρὸς ὅρκον καὶ τὴν τοῦ δόντος ἐκείνῃ τὸν ὅρκον εὐήθειαν πατρὸς τετυχηκὼς καὶ ἀνθʼ Ἱπποθωντίδος ἐν Ἀκαμαντίδι φυλῇ γεγονώς, οὐκ ἀγαπᾷ Βοιωτὸς οὑτοσί, ἀλλὰ καὶ δίκας ἐμοὶ δύʼ τρεῖς εἴληχεν ἀργυρίου πρὸς αἷς καὶ πρότερόν μʼ ἐσυκοφάντει. καίτοι πάντας οἶμαι τοῦθʼ ὑμᾶς εἰδέναι, τίς ἦν χρηματιστὴς πατήρ. 39.26ἐγὼ δʼ ἐάσω ταῦτα. ἀλλʼ εἰ δίκαιʼ ὀμώμοκεν μήτηρ τούτων, ἐπʼ αὐτοφώρῳ συκοφάντην ἐπιδεικνύει τοῦτον ταῖς δίκαις ταύταις. εἰ γὰρ οὕτω δαπανηρὸς ἦν, ὥστε γάμῳ γεγαμηκὼς τὴν ἐμὴν μητέρα, ἑτέραν εἶχε γυναῖκα, ἧς ὑμεῖς ἐστέ, καὶ δύʼ οἰκίας ᾤκει, πῶς ἂν ἀργύριον τοιοῦτος ὢν κατέλιπεν;

39.27οὐκ ἀγνοῶ τοίνυν, ἄνδρες Ἀθηναῖοι, ὅτι Βοιωτὸς οὑτοσὶ δίκαιον μὲν οὐδὲν ἕξει λέγειν, ἥξει δʼ ἐπὶ ταῦθʼ ἅπερ ἀεὶ λέγει, ὡς ἐπηρέαζεν πατὴρ αὐτῷ πειθόμενος ὑπʼ ἐμοῦ, ἀξιοῖ δʼ αὐτὸς ὡς δὴ πρεσβύτερος ὢν τοὔνομʼ ἔχειν τὸ τοῦ πρὸς πατρὸς πάππου. πρὸς δὴ ταῦτʼ ἀκοῦσαι βέλτιον ὑμᾶς βραχέα. ἐγὼ γὰρ οἶδα τοῦτον, ὅτʼ οὔπω συγγενὴς ἦν ἐμοί, ὁρῶν ὥσπερ ἂν ἄλλον τινʼ οὑτωσί, νεώτερον ὄντʼ ἐμοῦ καὶ συχνῷ, ὅσʼ ἐξ ὄψεως, οὐ μὴν ἰσχυρίζομαι τούτῳ (καὶ γὰρ εὔηθες



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 39.22 Dem. 39.26 (English) >>Dem. 39.29

Powered by PhiloLogic